Declaration of Faith, in Latin and the Original Greek. Athanasius Saint Patriarch of Alexandria
Alexandria Saint Athanasius
Declaration of Faith, in Latin and the Original Greek
Declaration of Faith
In Latin and the Original Greek
By Saint Athanasius
1. Πιστεύομεν εἰς ἕνα ἀγέννητον θεόν, Πατέρα παντοκράτορα, πάντων ποιητὴν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ἔχοντα ἀφ’ ἑαυτοῦ τὸ εἶναι· καὶ εἰς ἕνα μονογενῆ Λόγον, Σοφίαν, Υἱόν, ἐκ τοῦ Πατρὸς ἀνάρχως καὶ ἀϊδίως γεγεννημένον2, Λόγον δὲ οὐ προφορικόν,3 οὐκ ἐνδιάθετον, οὐκ ἀπόῤῥοιαν τοῦ τελείου, οὐ τμῆσιν τῆς ἀπαθοῦς φύσεως οὔτε προβολήν, ἀλλ’ Υἱὸν αὐτοτελῆ, ζῶντά τε καὶ ἐνεργοῦντα, τὴν ἀληθινὴν εἰκόνα τοῦ Πατρὸς4, ἰσότιμον καὶ ἰσόδοξον· τοῦτο γάρ ἐστι, φησί, τὸ θέλημα τοῦ Πατρός, Ἵνα καθὼς τιμῶσι τὸν Πατέρα, οὕτω τιμῶσι καὶ τὸν Υἱόν. Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὥς φησιν Ἰωάννης ἐν Καθολικαῖς5 τό· Ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος· παντοκράτορα ἐκ παντοκράτορος· πάντων γάρ, ὧν ἄρχει ὁ Πατὴρ καὶ κρατεῖ, ἄρχει καὶ κρατεῖ καὶ ὁ Υἱός6· ὅλος ἐξ ὅλου, ὅμοιος τῷ Πατρὶ ὢν, ὥς φησιν ὁ Κύριος· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἐγεννήθη δὲ ἀνεκφράστως καὶ ἀπερινοήτως· Τὴν γὰρ γενεὰν αὐτοῦ7· τίς διηγήσεται; ἀντὶ τοῦ, οὐδείς· ὃς ἐπὶ συντελείᾳ τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ Πατρὸς, ἐκ τῆς ἀχράντου Παρθένου Μαρίας τὸν ἡμέτερον ἀνείληφεν ἄνθρωπον, Χριστὸν Ἰησοῦν, ὃν ὑπὲρ ἡμῶν παθεῖν παρέδωκεν ἰδίᾳ προαιρέσει, ὥς φησιν ὁ Κύριος· Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ἐν ᾧ ἀνθρώπῳ σταυρωθεὶς καὶ ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀνέστη ἐκ νεκρῶν, καὶ8 ἀνελήφθη εἰς οὐρανούς. Ἀρχὴ ὁδῶν κτισθεὶς ἡμῖν, ἐν τῇ γῇ ὢν, ἡμῖν ἔδειξεν ἐκ σκότους φῶς, σωτηρίαν ἐκ πλάνης, ζωὴν ἐκ νεκρῶν, εἴσοδον ἐν τῷ παραδείσῳ, ἐξ οὗ ἐκβέβληται9 Ἀδάμ, εἰς ὃν πάλιν εἰσῆλθε διὰ τοῦ ληστοῦ, ὡς εἶπεν ὁ Κύριος· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· εἰς ὃν καὶ ὁ Παῦλος εἰσῄει· ἄνοδόν τε εἰς οὐρανούς, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶν ὁ Κυριακὸς ἄνθρωπος, ἐν ᾧ μέλλει κρίνειν ζῶντας καὶ νεκρούς.
2. Πιστεύομεν ὁμοίως καὶ10 εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ, ἀναθεματίζοντες τὰ παρὰ τοῦτο11 φρονοῦντα δόγματα. Οὔτε γὰρ υἱοπάτορα φρονοῦμεν, ὡς οἱ Σαβέλλιοι λέγοντες μονοούσιον καὶ οὐχ ὁμοούσιον, καὶ ἐν τούτῳ ἀναιροῦντες τὸ εἶναι Υἱόν· οὔτε τὸ παθητὸν σῶμα, ὃ ἐφόρεσε διὰ τὴν τοῦ παντὸς κόσμου σωτηρίαν, ἀνατίθεμεν τῷ Πατρί· οὔτε τρεῖς ὑποστάσεις μεμερισμένας καθ’ ἑαυτάς, ὥσπερ σωματοφυῶς ἐπ’ ἀνθρώπων, ἐστὶ λογίσασθαι, ἵνα μὴ πολυθείαν12, ὡς τὰ ἔθνη, φρονήσωμεν· ἀλλ’ ὥσπερ ἐκ πηγῆς ποταμὸς γεγενημένος οὐ διῃρέτη, καίτοι δύο σχήματα καὶ δύο ὀνόματα τυγχάνοντα. Οὔτε γὰρ ὁ Πατὴρ Υἱός ἐστιν, οὔτε ὁ Υἱὸς Πατήρ ἐστιν· ὁ γὰρ Πατὴρ, Υἱοῦ Πατήρ ἐστι13 · καὶ ὁ Υἱὸς, Πατρὸς Υἱός ἐστιν. Ὡς γὰρ οὐκ ἔστιν ἡ πηγὴ ποταμὸς, οὐδὲ ὁ ποταμὸς πηγή, ἀμφότερα δὲ ἓν καὶ ταὐτόν ἐστιν ὕδωρ τὸ ἐκ τῆς πηγῆς εἰς τὸν ποταμὸν μετοχετευόμενον· οὕτως ἡ ἐκ τοῦ Πατρὸς εἰς τὸν Υἱὸν θεότης ἀῤῥεύστως καὶ ἀδιαιρέτως τυγχάνει14. Φησὶ γὰρ ὁ Κύριος· Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Παρὰ δὲ τῷ Πατρί ἐστιν ἀεὶ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός· οὐδέποτε δὲ ἐκενώθη ὁ κόλπος τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ θεότητος, φησὶ γάρ· Ἐγὼ ἤμην παρ’ αὐτῷ ἁρμόζουσα. Οὐ φρονοῦμεν δὲ κτίσμα15 ἢ ποίημα ἢ ἐξ οὐκ ὄντων τὸν τοῦ παντὸς κτίστην Θεόν τὸν τοῦ Θεοῦ Υἱόν, τὸν ἐκ τοῦ ὄντος ὄντα, τὸν ἐκ τοῦ μόνου μόνον, ὡς16 συναπεγεννήθη ἐκ τοῦ Πατρὸς ἀϊδίως ἡ ὁμοία δόξα καὶ δύναμις· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν καὶ τὸν Πατέρα ἑώρακε. Τὰ πάντα δηλονότι διὰ τοῦ Υἱοῦ ἐκτίσθησαν· ἀλλ’ οὐκ ἔστιν αὐτὸς κτίσμα, ὥς φησιν ὁ Παῦλος περὶ τοῦ Κυρίου· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα καὶ αὐτός ἐστι πρὸ πάντων. Οὐ λέγει δὲ ὅτι πρὸ πάντων ἐκτίσθη, ἀλλ’ ὅτι πρὸ πάντων ἐστί· τὸ γοῦν ἐκτίσθαι ἐπὶ πάντων κεῖται· τὸ δὲ, ἔστι πρὸ πάντων μόνῳ τῷ Υἱῷ ἁρμόττει.
3. Γέννημα τοίνυν κατὰ φύσιν ἐκ τελείου τέλειόν ἐστι, πρὸ πάντων βουνῶν γεννηθέν, τουτέστι πρὸ πάσης λογικῆς καὶ νοερᾶς οὐσίας, ὡς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν αὐτὸν ὁ Παῦλος17 πρωτότοκον πάσης κτίσεως. Ἀλλὰ πρωτότοκον εἰπὼν18, δηλοῖ μὴ εἶναι αὐτὸν κτίσμα, ἀλλὰ γέννημα τοῦ Πατρός· ξένον γὰρ ἐπὶ τῆς θεότητος αὐτοῦ τὸ λέγεσθαι κτίσμα. Τὰ γὰρ πάντα ἐκτίσθησαν ὑπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ· ὁ δὲ Υἱὸς μόνος ἐκ τοῦ Πατρὸς ἀϊδίως ἐγεννήθη·
1
Seguer, Τοῦ αὐτοῦ… ἔκθεσις πίστεως. Regius, Τοῦ αὠτοῦ ἔκθεσις μεγάλου Ἀθανασίου πίστεως
2
Seguerianus, γεγενημένον.
3
Hæc in Eusebianos dicta esse videntur. qui fidei Nicænæ ob vocem ὁμοούσιον subscribere renuebant. Ἐπεὶ γὰρ, ut scribit Socrates
4
Gobler. et Felckm. 1 anon., post εἰκόνα τοῦ Πατρὸς, omissis interjectis, statim subdunt, ἵνα καθὼς τιμῶσι τὸν Πατέρα, etc. Ibid. Reg. post καθὼς addit φησί
5
Gobler. et Felckm. 1 anon., ἐν τῇ Καθολικῇ. Mox Reg., ἐν τῷ ἀληθινῷ αὐτοῦ Υἱῷ Ἰησοῦ Χριστοῦ ut et habent aliqui mss. Novi Testamenti edit. Oxon. 1675, qui tamen Υἱῷ ante αὐτοῦ præmittunt. Paulo post art. ή post ζωή deest in Seguer.
6
Sic Reg. Gobler. et Felckm. 1 anon qui tamen duo ultimi, καὶ ὁ Υἱός, inter ἄρχει et καὶ κρατεῖ interponunt. Alii mss. et editio Commel. καὶ ὁ Υἱός omittunt.
7
Sic Seguer. et versio Græca Isaiæ. Editi, αὐτῷ. Quae mox sequuntur, refert Facundus Hermianensis lib. XI
8
Sic Regius ms. In aliis vero et editis καὶ deest. Quæ sequuntur, habet Facundus eodem loco his verbis:
9
Seguer. ἐκβέβλητο. Mox Gobler. et Felckm. 1 anon ὡς ἔφη ὁ Κύριος.
10
Καὶ abest a Seguer. Gobler. et Felckm. 1 anon.
11
Gobler. et Felckman., ταῦτα. Mox Reg. et Seguer. Υἱοπάτορα habent: alii vero et editi, Υἱοπατέρα.
12
Seguer. πολυθείαν. Id. Mox, γεγενημένος.
13
Ἐστί hic et mox abest a Gobleriane et Felckmanni 1 anonymo
14
Reg., τυχόν, mendose.
15
In mss. Reg. et Seguer. particula καί, quam hic alii et editi addunt, nulla est.
16
Sic mss. Seguer. et Reg. quos ipsi vidimus, atque etiam editi. Nullam quoque hic mss. discrepantiam affert Felckmannus. Nannius sic hunc locum reddit:
17
Αὐτὸν ὁ Παῦλος abest a Gobler. et Felckm. 1 anon.
18
Seguer. omittit εἰπών. Gobler. et Felckm. 1 anon., omisso εἰπών, δηλῶν habent. In Reg. pro δηλοῖ, δηλῶν legitur.