In Illud: Omnia mihi tradita sunt a Patre. Athanasius Saint Patriarch of Alexandria
In Illud: Omnia mihi tradita sunt a Patre / A Homily on Matthew 11:27, In Latin and the Original Greek
ΕΙΣ ΤΟ,
1. Καὶ τοῦτο οὐ νοήσαντες οἱ τῆς αἱρέσεως Ἀρείου Εὐσέβιός τε καὶ οἱ σὺν αὐτῷ, ἀσεβοῦσιν εἰς τὸν Κύριον· φασὶ γάρ· Εἰ τὰ πάντα παρεδόθη (πάντα λέγοντες τὴν κυριότητα τῆς κτίσεως), ἦν ποτε, ὅτε οὐκ εἶχεν αὐτά. Εἰ δὲ οὐκ εἶχεν, οὐκ ἔστιν ἐκ τοῦ Πατρός· Εἰ γὰρ ἦν, εἶχεν ἂν αὐτὰ ἀεὶ ἐξ αὐτοῦ ὤν, καὶ χρείαν οὐκ εἶχε τοῦ λαβεῖν αὐτά. Ἀλλὰ καὶ [2] ἐκ τούτου μᾶλλον ἡ ἄνοια αὐτῶν ἐλεγχθήσεται. Οὐ γὰρ τοῦ ἄρχειν τῆς κτίσεως, ἢ τοῦ ἐπιστατεῖν τῶν ποιημάτων, σημαντικόν ἐστι τὸ ῥητὸν, ἀλλά τινα νοῦν τῆς οἰκονομίας δηλῶσαι θέλει. Εἰ γὰρ, ὅτε ἔλεγε, παρεδόθη αὐτῷ, δῆλον [3] ὅτι πρὸ τοῦ λάβῃ, κενὴ ἦν ἡ κτίσις τοῦ Λόγου. Καὶ ποῦ τὸ, Τὰ πάντα ἐπ᾽ αὐτῷ συνέστηκεν; Εἰ δὲ, ἅμα τῷ γενέσθαι τὴν κτίσιν, παρεδόθη αὐτῷ πᾶσα [4]· χρεία οὐκ ἦν παραδόσεως· πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο, καὶ περιττὸν τὸ παραδίδοσθαι τῷ Κυρίῳ ταῦτα, ὧν αὐτός ἐστι δημιουργός. Κύριος γὰρ ἦν τῶν γινομένων ἐν τῷ ποιεῖν αὐτά. Ἀλλὰ καὶ εἰ [5] μετὰ τὸ γενέσθαι παρεδόθη αὐτῷ, σκόπει τὸ ἄτοπον. Εἰ γὰρ παρεδόθη, καὶ ἀνεχώρησεν ὁ Πατὴρ λαβόντος τούτου· καὶ κινδυνεύομεν εἰς τάς τινων μυθολογίας ἐμπεσεῖν, ὅτι, τούτῳ παραδοὺς, αὐτὸς ἀπέστη. Ἢ εἰ τοῦ Υἱοῦ ἔχοντος, ἔχει καὶ ὁ Πατὴρ, ἔδει μὴ εἰπεῖν, παρεδόθη, ἀλλ᾽ ὅτι προσελάβετο κοινωνὸν, ὡς Παῦλος τὸν Σιλουανόν. Ἀλλὰ καὶ μᾶλλον ἄτοπον τοῦτο· οὐ γὰρ ἐνδεὴς ὁ Θεὸς, οὐδὲ διὰ χρείαν προσελάβετο τὸν Υἱὸν εἰς βοήθειαν· ἀλλὰ, Πατὴρ ὢν τοῦ Λόγου, πάντα δι᾽ αὐτοῦ ποιεῖ, καὶ οὐ παραδίδωσιν αὐτῷ κτίσιν, ἀλλὰ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ τῆς κτίσεως προνοεῖ, ὥστε μηδὲ στρουθίον ἄνευ τοῦ Πατρὸς πεσεῖν εἰς τὴν γῆν, μηδὲ τὸν χόρτον ἀμφιέννυσθαι ἄνευ τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεσθαι καὶ τὸν Υἱὸν ἕως ἄρτι. Οὐκοῦν τῶν ἀσεβῶν τὸ φρόνημα μάταιον. Οὐ γὰρ, ὡς νοοῦσιν, ἔστιν, ἀλλὰ τῆς κατὰ σάρκα οἰκονομίας ἐστὶ δηλωτικὸν τὸ ῥητόν.
2. Ἐπειδὴ γὰρ ἥμαρτε καὶ πέπτωκεν ὁ ἄνθρωπος, καὶ πεσόντος αὐτοῦ τὰ πάντα τετάρακται, ὁ θάνατος ἴσχυεν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως [6], ἡ γῆ κεκατήραται, ὁ ᾅδης ἠνοίγη, ὁ παράδεισος ἐκλείσθη, ὁ οὐρανὸς ἐθυμώθη, καὶ τέλος ἐφθάρη ὁ ἄνθρωπος καὶ ἀπεκτηνώθη, ὁ δὲ [7] διάβολος ἐνήλλετο καθ᾽ ἡμῶν. Τότε δὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μὴ θέλων ἀπολέσθαι τὸν κατ᾽ εἰκόνα ἄνθρωπον, ἔλεγε· Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται; Πάντων τε σιωπώντων, ὁ Υἱὸς ἔλεγεν· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με· καὶ δὴ τότε λέγων, βάδιζε, παρέδωκεν αὐτῷ τὸν ἄνθρωπον, ἵνα γένηται αὐτὸς ὁ Λόγος σὰρξ, καὶ παραλαβὼν τὴν σάρκα κατὰ πάντα διορθώσηται. Παρεδόθη γὰρ αὐτῷ, ὡς ἰατρῷ, θεραπεῦσαι τὸ δῆγμα τοῦ ὄφεως· ὡς ζωῇ, ἀνεγεῖραι τὸ νεκρόν [8]· ὡς φωτὶ, καταυγάσαι τὸ σκότος· καὶ λόγῳ ὄντι, ἀνακαινίσαι τὸ λογικόν. Ὡς γοῦν παρεδόθη αὐτῷ τὰ πάντα, καὶ γέγονεν ἄνθρωπος, εὐθὺς διορθώθη καὶ ἐτελειώθη τὰ ὅλα· ἡ γῆ ἀντὶ κατάρας εὐλόγηται, ὁ παράδεισος ἠνοίγη τῷ λῃστῇ [9], ὁ ᾅδης ἔπτηξε, καὶ τὰ μνημεῖα ἠνοίγη, ἐγειρομένων τῶν νεκρῶν, αἱ πύλαι τοῦ οὐρανοῦ ἐπήρθησαν, ἵν᾽ ὁ ἐξ Ἐδὼμ παραγένηται. Ἀμέλει τὸ πῶς παρεδόθη αὐτῷ πάντα, σημᾶναι θέλων αὐτὸς ὁ Σωτὴρ, ἐπήγαγεν εὐθὺς [10], ὡς ὁ Ματθαῖός φησιν· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· παρεδόθητε γάρ μοι, ἵνα κοπιάσαντας [11] ἀναπαύσω, καὶ νεκρωθέντας ζωοποιήσω. Συνᾴδει δὲ τούτῳ καὶ τὸ παρὰ τῷ Ἰωάννῃ κείμενον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Δέδωκε γὰρ, ἵν᾽, ὥσπερ δι᾽ αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν᾽ ἐκ πτωχοῦ πλούσιος γένηται, παρεδόθη αὐτῷ [12], οὐδ᾽ ἵνα, ὡς μὴ ἔχων ἐξουσίαν, λάβῃ ἐξουσίαν, παρέλαβε τὰ πάντα, μὴ γένοιτο! ἀλλ᾽ ἵνα μᾶλλον, ὡς Σωτὴρ, τὰ πάντα διορθώσηται [13]. Ἔπρεπε μὲν γὰρ τὴν μὲν ἀρχὴν τῆς δημιουργίας δι᾽ αὐτοῦ γενέσθαι εἰς τὸ εἶναι αὐτὰ, τὴν δὲ διόρθωσιν ἐν αὐτῷ, ἐχουσῶν διαφορὰν τῶν λέξεων. Ἐν ἀρχῇ μὲν γὰρ δι᾽ αὐτοῦ γέγονεν εἰς τὸ εἶναι· ὕστερον δὲ, πεσόντων πάντων, γέγονεν ὁ Λόγος σὰρξ, καὶ ἐνεδύσατο αὐτὴν, ἵν᾽ ἐν αὐτῷ τὰ ὅλα κατορθωθῇ. Πάσχων γὰρ αὐτὸς ἡμᾶς ἀνέπαυσε [14], καὶ πεινῶν αὐτὸς ἡμᾶς ἔτρεφε, καὶ εἰς τὸν ᾅδην καταβαίνων ἡμᾶς ἀνέφερε. Τότε γοῦν γινομένων πάντων πρόσταγμα ἦν τὸ γενέσθαι, οἶον τὸ, ἐξαγαγέτω, καὶ, γενέσθω· ἐπὶ δὲ τῇ διορθώσει παραδοθῆναι πάντα ἔπρεπεν, ἵν᾽ αὐτὸς γένηται ἄνθρωπος, καὶ ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῇ. Ἐν αὐτῷ γὰρ ὢν ὁ ἄνθρωπος, ἐζωοποιεῖτο· διὰ τοῦτο γὰρ συνεπλάκη ὁ Λόγος τῷ ἀνθρώπῳ, ἵνα ἡ κατάρα μηκέτι ἰσχύσῃ κατὰ τοῦ ἀνθρώπου. Διὰ τοῦτο γὰρ καὶ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ